Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.43 | Dem. 57.45 (English) | >>Dem. 57.49 |
57.44πῶς οὖν οὐκ ἂν οἰκτρότατʼ , ὦ ἄνδρες Ἀθηναῖοι , πάντων ἐγὼ πεπονθὼς εἴην , εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν , μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται , ἐμὲ ψηφίσαισθʼ εἶναι ξένον ; λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν · οἳ ἴσασιν δήπου τίς οὖσά ποθʼ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν . οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν , εὔορκον αὐτοῖς μαρτυρεῖν , ἀλλʼ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα , τιτθὴν δὲ τούτου νομιζομένην .
57.45καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή , τὴν ἀλήθειαν οὐ φεύγω · οὐ γὰρ εἰ πένητες ἦμεν , ἠδικήκαμεν , ἀλλʼ εἰ μὴ πολῖται · οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών , ἀλλʼ ὑπὲρ γένους . πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν , ἐφʼ οἷς ἐλεοῖντʼ ἄν , ὦ ἄνδρες Ἀθηναῖοι , δικαιότερον ἢ προσαπολλύοιντο . ὡς γὰρ ἐγὼ ἀκούω , πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατʼ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες , πολλαὶ δʼ ἐκ πενήτων πλούσιαι νῦν . ἀλλʼ αὐτίχʼ ὑπὲρ τούτων . νῦν δὲ τοὺς μάρτυρας κάλει .οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμʼ ἀστὸς καὶ τὰ πρὸς πατρός , τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες , τὰ δʼ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός . λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν , τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον , ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με , κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους , εἶναι πολίτην · οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντʼ ἐπιδείξω μάρτυρας παρεχόμενος , ὡς εἰσήχθην εἰς τοὺς φράτερας , ὡς ἐνεγράφην εἰς τοὺς δημότας , ὡς ὑπʼ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ , ὡς ἦρχον ἀρχὰς δοκιμασθείς . καί μοι κάλει αὐτούς .
Μάρτυρες
57.46
Μάρτυρες
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.43 | Dem. 57.45 (English) | >>Dem. 57.49 |